TLG 2064 002 :: ACACIUS :: Fragmenta in epistulam ad Romanos (in catenis)

ACACIUS Theol.
(Caesariensis: A.D. 4)

Fragmenta in epistulam ad Romanos (in catenis)

Source: Staab, K. (ed.), Pauluskommentar aus der griechischen Kirche aus Katenenhandschriften gesammelt. Münster: Aschendorff, 1933: 53–56.

Citation: Page — (line)

53

(t1)

Röm 1,17
1 Δικαιοσύνη θεο, φησίν, ἐν αὐτῷ ἀποκαλύπτεται, δηλονότι τῷ πιστεύοντι. τοιοῦτον λέγει τὸ ἀποκαλύπτεται δικαιοσύνη θεοῦ 〈οἷον〉 τὴν ἄμειψιν τῶν τὰ σπουδαῖα πραξάντων, ὥσπερ καὶ ἐπὶ τῶν ἐναντίων τὴν ὀργὴν ὁμοίως ἀποκαλύπτεται. ἐκ πίστεως εἰς
5πίστιν, τῷ μὲν Ἰουδαίῳ ἐκ τῆς τοῦ θετοῦ νόμου πίστεως εἰς τὴ διὰ Χριστοῦ, τῷ δὲ Ἕλληνι ἐκ τῆς τοῦ φυσικοῦ εἰς τὴν αὐτὴν Ἰησοῦ Χριστοῦ πίστιν.
7tRöm 5,14
8 Οὐχ ἁπλῶς εἴρηκε ‹καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντασ› —ἄντικρυς γὰρ ἐναντίον ἦν τῷ ἀλλαχοῦ αὐτῷ εἰρημένῳ τῷ πάντες γὰρ ἥμαρτον
10—ἀλλ’ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ, τοῦτ’ ἔστι καὶ ἐπὶ τοὺς μὴ διὰ τοῦ φαγεῖν ἀπὸ τοῦ ἐν τῷ παραδείσῳ ξύλου ἁμαρτόντας. ἐκ τούτου δὲ ἴσως ἄν τις κατασκευάσῃ μὴ περὶ τοῦ κοινοῦ ἁπλῶς ἀνθρώπου ἀναγεγράφθαι τὰ ἐν τῇ Γενέσει, ἀλλὰ περὶ ἑνὸς καὶ μόνου τοῦ Ἀδάμ· εἰ γὰρ περὶ τοῦ
15κοινοῦ ἀνθρώπου γεγραμμένον ἦν τὸ περὶ τῆς παραβάσεως δρᾶμα, οὐκ ἂν ἐνταῦθα ἐλέγετο καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ.
17tRöm 5,18
18 Ὥσπερ γάρ, φησί, διὰ τῆς παραβάσεως τοῦ ἑνὸς ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλο· οὐ τοῦτο λέγει ὅτι
20ἑνὸς ἁμαρτόντος καὶ οἱ μὴ ἁμαρτόντες τὴν αὐτὴν δόξαν ἀπηνέγκαντο μετὰ τῶν τιμωριῶν—ἄδικον γάρ—, ἀλλ’ ὅτι ἀπὸ τοῦ Ἀδὰμ ἀρχὴν
ἔσχεν ἡ ἀνθρωπότης καὶ ὑπάρχειν καὶ ἁμαρτάνειν.53

54

(t1)

Röm 7,9
1 Ἀλλ’ ὅπερ εἶπον, τὸ ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτ, οὐ περὶ αὐτοῦ τοῦ Παύλου ληπτέον—οὐ γὰρ προϋπῆρχε τοῦ νόμου Παῦλος, ὁ ἔσχατος πάντων τῶν τοῦ νόμου φοιτητῶν—, οὐδ’ αὖ πάλιν χωρὶς τούτου ποτὲ ἦν ἢ ἐγένετο—καὶ γὰρ τὸ εὐαγγέλιον κηρύττων τὰς νομικὰς μαρτυρίας παντὶ παρατίθησιν—, ἀλλ’ ἐκ
5προσώπου τοῦ Ἀδὰμ ἀποδυρόμενος ταῦτά φησιν· ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτ. σαφέστερον δὲ ὡς ἐκ προσώπου τοῦ Ἀδὰμ ἀποδυρόμενος ταῦτά φησιν, λευ‐ καίνων τὸ νόημα, οὐκέτι νόμον ἀλλ’ ἐντολὴν φάσκων, τὴν δοθεῖσαν τῷ Ἀδὰμ δηλονότι· ἐλθούσης δὲ τῆς ἐντολῆς, ὡσανεὶ δοθείσης, ἡ ἁμαρτία ἀνέ‐ ζησεν, φησίν, ἐγὼ δὲ ἀπέθανον τῇ διὰ τῆς παρακοῆς ἐκπτώσει τῆς μα‐
10καρίας ζωῆς.
10tRöm 9,11—14
11 Ἵνα ἡ κατ’ ἐκλογήν, φησί, πρόθεσις τοῦ θεοῦ μέν. οὕτω πως τὴν πρόθεσιν ὁριστέον· πρόθεσίς ἐστιν ἕξις θετικὴ τινὸς ἢ τινῶν, ἑνὸς ἢ πολλῶν ὑποτασσομένων. καὶ ἐνταῦθα οὖν οἰκείως ἡ πρόθεσις διὰ τὸ προτεθεῖσθαι τὸν Ἰακὼβ τοῦ Ἡσαῦ, οὐκ ἐξ
15ἔργων, φησίν, ἀλλ’ ἐκ τοῦ καλοῦντος. οἱ προεῖναι τὴν ψυχὴν ἐθέλοντες δισσά φασι τὰ τῶν ἀνθρώπων ἔργα, καὶ τὰ μὲν πεπράχθαι πρὶν ἐνταῦθα γενέσθαι, τὰ δὲ μετὰ τὸ ἐπιδημεῖν τῷ βίῳ· οὓς ἐρέσθαι καλόν, περὶ ποίων ἔργων ὁ ἀπόστολος ἐνταῦθά φησιν. εἰ μὲν οὖν λέγοιεν περὶ τῶν ἀρχαίων, αὐτόθεν ἀρνήσονται τὴν τοιαύτην οἰκείαν
20δόξαν· φασὶ γὰρ διὰ τὰ ἐκεῖ πραχθέντα αὐτοῖς ἔργα καὶ εἰς τόδε τὸ χωρίον ἐπιδημεῖν. εἰ δὲ ἐροῦσι τῶν ἐνταῦθα ἔργων, δεικτέον ὅτι ὁ μὲν Ἰακὼβ καλὰ ἔσχεν ἔργα, ὁ δὲ Ἡσαῦ φαῦλα. εἰ δὲ ἀμφοτέρων ἕνεκεν φήσειαν, ἔσονται παντάπασιν ψευδόμενοι· πῶς γὰρ ὁ μηδὲν ὅλως ἐργαζόμενος καὶ συνέστηκεν ἢ ὑπάρχει; ἕπεται γὰρ τῷ ὑπάρχοντι τὸ
25ἔχειν ἔργα. διὸ λεκτέον εὐσεβῶς ὅτι περὶ ἔργων λέγει ὧν ἐνταῦθα μετὰ τὸ γεννηθῆναι ἔπραξαν. ἑπομένου δὲ ἀκολούθως ἀπαιτεῖσθαι παρ’ ἡμῶν τὸ μὴ ἀδικία παρὰ τῷ θε; ἐροῦμεν ὅτι μὴ γένοιτο· προέθετο γὰρ καὶ προέκρινε τοῦ Ἡσαῦ τὸν Ἰακὼβ διὰ τὸ προγινώσκειν ἀμφοτέρων τὰ ἔργα, ὥσπερ αὐτὸς ὁ Παῦλός φησιν ἀνωτέρω ὅτι οὓς προέγνω,
30καὶ προώρισεν καὶ τὰ ἑξῆς.
30tRöm 9,22—23
31 Τὸ εἰ δὲ θέλων ὁ θεὸς ἐνδείξασθαι τὴν ὀργήν, πρὸς τὸν ἀποροῦντα τὸ τί ἔτι μέμφεται; λέγει. συνεκδεκτέον
δὲ τὸ πόθεν οἶδας, ἵνα ᾖ· πόθεν δὲ οἶδας, ὦ οὗτος, εἰ θέλων ὁ θεὸς54

55

καὶ τὰ ἐξῆς; περὶ δὲ τοῦ ἐνδείξασθαι τὴν ὀργὴν λεκτέον, ὅτι οὐκ εἰκῇ καὶ ὡς ἔτυχεν ἐπιδεικτιᾶν καὶ φανητιᾶν βουλόμενος ὁ θεὸς τοῦτο πεποίηκεν, ἀλλ’ ὑπὲρ τοῦ παραθέσει τοῦ χείρονος καὶ τῆς τούτου τιμωρίας τὸ κάλλιον ἔτι μᾶλλον ὠφελεῖσθαι. διὸ καὶ ἐπιφέρει τὸ ἐπὶ
5σκεύη ἐλέους ἤνεγκε, φησίν, ἐν πολλῇ μακροθυμί, τὸ ἤνεγκεν εἰς τὸν βίον· ἠδύνατο μὲν γὰρ μηδὲ ὅλως ἐνεγκεῖν μηδὲ ὅλως κτίσαι ἅπερ προεγίνωσκεν φαῦλα ἐσόμενα, ἀναγκαίως δὲ ταῦτα κτίζει, ἐπειδὴ μακροθυμεῖ καὶ ἀνέχεται τῶν φαύλων ἕως οὗ μεταβάλωσιν τὸν ἑαυτῶν τρόπον, καὶ διὰ τὴν ἑτέραν δὲ αἰτίαν ἥτις ἦν τὸ ὠφελεῖσθαι
10τοὺς καλλίω. ὁ μὲν γὰρ θεὸς ἤνεγκε τὰ σκεύη, ἀλλ’ οὐκ αὐτὸς τὴν κακίαν αὐτῶν κατήρτισεν, ἀλλ’ αὐτὰ διὰ τὸ αὐτεξούσιοι εἶναι ἔλαβε συνεργὸν τὸν πρωτοστάτην τῆς κακίας.
12tRöm 10,10
13 Καρδία γάρ, φησί, πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. ἀσαφὲς ἦν μοι τὸ
15λεγόμενον ἀεὶ διὰ τὸ οἴεσθαι τὸ καρδία γὰρ ὀνοματικῶς εἰρῆσθαι, ὕστερον δὲ ἐπέστησα ὅτι δοτικὴ πτῶσις τυγχάνει ὁμοίως τῶ στόματι. σαφέστερον δὲ ἔσται τὸ λεγόμενον προσθέσει ἄρθρου, ἵνα ᾖ· τῇ καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. τίς δὲ ὁ πιστευόμενος καὶ ὁμο‐
20λογούμενος ἀλλ’ ἢ ὁ Χριστός, ᾧ πιστεύσαντες ὁμολογοῦμεν τοῦτον κατὰ τὸ ἐπίστευσα, διὸ ἐλάλησα. καὶ τοῦτο δὲ λεκτέον ὅτι ἤρκει μὲν ἡ καρδία εἰς ἀμφότερα, καὶ εἰς τὸ πιστεύειν καὶ εἰς τὸ ὁμολογεῖν, εἰ μὴ ἀναγκαῖον ἦν καὶ διὰ τοῦ στόματος ὁμολογεῖν, ἢ τοῖ〈σ〉 διδάσκουσι τοὺς πιστευομένους, ἢ ἐν διωγμοῖς ὁμολογεῖν καὶ μὴ ἀρνεῖσθαι.
24tRöm 12,2
25 Εἰς τὸ δοκιμάζειν ὑμᾶς, φησί, τί τὸ θέλημα τοῦ θεο, τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον. τὴν διά‐ νοιαν τούτου τοιαύτην εἶναι νομίζω, οἷον ὅπως ἑαυτοὺς δοκιμάζητε, εἰ θέλημα θεοῦ ἐστε, εἰ ἀγαθοί, εἰ εὐάρεστοι, εἰ τέλειοι. ταῦτα δὲ λέγει ὁμοίως τοῖς ἐν τῷ νόμῳ περὶ τῶν θυσιῶν παραγγέλμασιν, ὅπως τὸ
30προσφερόμενον ἄμωμον ᾖ μὴ ψωριῶν, μὴ κολοβόκερκον. ἔστι δὲ τὰ εἰρημένα τέσσαρα ὑπὸ τοῦ Παύλου γενικώτατα καὶ συνεκτικώτατα
πολλῶν εἰδῶν· τί γὰρ καλὸν λείπει τῷ θελήματι θεοῦ ὑπάρχοντι55

56

ὅπερ καὶ πρὸς τὴν Ἰερουσαλὴμ εἴρηται· σὺ γὰρ κληθήσῃ γῆ θελητ; τί δὲ τῷ ἀγαθῷ οὐ πρόσεστι περὶ οὗ, φησίν, ὁ ἀγαθὸς ἄνθρωπος καὶ τὰ ἑξῆς; τί δὲ κάλλιον τοῦ εὐαρεστοῦντος καὶ μετατιθεμένου ὡς ὁ Ἐνώχ, εἰ μὴ αἰσθητῶς ἀλλ’ οὖν ἐπὶ γῆς
5περιπατοῦντος καὶ ἐν οὐρανῷ τὸ πολίτευμα ἔχοντος; τί δὲ μεῖζον καὶ ἐπαναβεβηκὸς τοῦ τελείου ὡς αὐτὸ τοὔνομα παρίστησιν, ὃ δὴ καὶ ὁ σωτὴρ παρῄνει τοῖς ἑαυτοῦ μαθηταῖς φάσκων· γίνεσθε τέλειοι καθὼς καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν.
9tRöm 13,1
10 Πολλὰ ἐν τῇ συνηθείᾳ δοκεῖ μὲν καθολικώτερον λέγεσθαι, δια‐ κρίσεως δὲ δεῖται παρὰ τοῖς ἀκούουσιν, οἷον ὅταν ὁ Μωϋσέως νόμος διαγορεύῃ μὴ φονεύειν. δοκεῖ μὲν καθολικῶς ἀποφαίνεσθαι, οὐ μὴν καθόλου ἀφεκτέον τοῦ φονεύειν τοῖς νομοθετουμένοις· καὶ γὰρ οἱ ἀμφὶ τὸν Ἰησοῦν τὸν τοῦ Ναυῆ τοσαῦτα ἐφόνευσαν ἔθνη, καὶ τῶν προφητῶν
15τινες ἐφόνευσαν, ὡς Ἠλίας τοὺς ἱερεῖς τοῦ Βάαλ, καὶ Δαυὶδ πάλιν ἑτέρους καὶ Σαμουὴλ τὸν Ἄγαγ. διὸ τὸ οὐ φονεύσεις οὕτως ἐκδεκτέον ἀντὶ τοῦ ἀδίκως οὐ φονεύσεις. οὕτως οὖν καὶ ἐνταῦθα, ἐὰν λέγηται· πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτατ‐ τέσθω, οὐχ ἡγητέον ὅτι κἂν ἀρνεῖσθαι προστάττῃ ἢ ἄλλο τι τῶν ψυχὴν
20βλαπτόντων, ἀλλ’ ὅτε φόρους εἰσπράττονται καὶ τὰ τοιαῦτα περὶ ὧν ὁ σωτὴρ ἔλεγεν· ἀπόδοτε τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θε. ὑποκαταβὰς δὲ καὶ αὐτὸς ὁ Παῦλός φησιν· διὰ
τοῦτο γὰρ καὶ φόρους τελεῖτε.56